Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 37.27 Dem. 37.31 (English) >>Dem. 37.34

37.29λέγε δʼ αὐτοῖς τὸ ἐφεξῆς.Ἔγκλημα

καὶ ἀποδόμενος τὸ ἐργαστήριον τὸ ἐμὸν καὶ τοὺς οἰκέτας παρὰ τὰς συνθήκας, ἃς ἔθετο πρός με.

ἐπίσχες. τουτὶ πολὺ πάνθʼ ὑπερβέβληκεν τἄλλα. πρῶτον μὲν γὰρ παρὰ τὰς συνθήκας φησίν, ἃς ἔθετο πρὸς ἐμέ. αὗται δʼ εἰσὶ τίνες; ἐμισθώσαμεν τῶν τόκων τῶν γιγνομένων τούτῳ τὰ ἡμέτερʼ ἡμεῖς, καὶ ἄλλʼ οὐδέν· πρατὴρ μὲν γὰρ Μνησικλῆς ἡμῖν ἐγεγόνει τούτου παρόντος καὶ κελεύοντος. 37.30μετὰ ταῦτα δὲ τὸν αὐτὸν τρόπον ἡμεῖς ἑτέροις ἀπεδόμεθα, ἐφʼ οἷσπερ αὐτοὶ ἐπριάμεθα, οὐ μόνον κελεύοντος ἔτι τούτου, ἀλλὰ καὶ ἱκετεύοντος· οὐδεὶς γὰρ ἤθελεν δέχεσθαι τοῦτον πρατῆρα. τί οὖν αἱ τῆς μισθώσεως ἐνταῦθα συνθῆκαι; τί τοῦτʼ, φαυλότατʼ ἀνθρώπων, ἐνέγραψας; ἀλλὰ μὴν ὅτι σοῦ κελεύοντος καὶ ἐφʼ οἷσπερ ἐωνήμεθʼ αὐτοὶ πάλιν ἀπεδόμεθα, λέγε τὴν μαρτυρίαν.Μαρτυρία

37.31μαρτυρεῖς τοίνυν καὶ σύ· γὰρ ἡμεῖς πέντε καὶ ἑκατὸν μνῶν ἐωνήμεθα, ταῦθʼ ὕστερον τριῶν ταλάντων καὶ δισχιλίων καὶ ἑξακοσίων ἀπέδου σύ· καίτοι τίς ἂν καθάπαξ πρατῆρά σʼ ἔχων σοὶ δραχμὴν ἔδωκε μίαν; ἀλλὰ μὴν ὅτι ταῦτʼ ἀληθῆ λέγω, κάλει μοι τούτων τοὺς μάρτυρας.Μάρτυρες

37.32ἔχων μὲν τοίνυν ἣν ἐπείσθη τῶν αὑτοῦ τιμήν, δεηθεὶς δʼ ἐμοῦ τὸ γενέσθαι πρατῆρα καθʼ συνέβαλον ἀργύριον, αὑτὸς δυοῖν ταλάντοιν προσδικάζεται. καὶ τὰ λοιπὰ τῶν ἐγκλημάτων ἔτʼ ἐστὶ δεινότερα. λέγε δή μοι τὸ λοιπὸν τοῦ ἐγκλήματος.Ἔγκλημα



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 37.27 Dem. 37.31 (English) >>Dem. 37.34

Powered by PhiloLogic